«Εἴ τις εὐσεβὴς καὶ φιλόθεος ἀπολαυέτω τῆς καλῆς ταύτης καὶ λαμπρᾶς πανηγύρεως,
Εἴ τις δοῦλος εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ.
Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τὸ δηνάριον.
Εἴ τις ἀπὸ τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τὸ δίκαιον ὄφλημα.
Εἴ τις μετὰ τὴν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.
Εἴ τις μετὰ τὴν ἕκτην ἔφθασε, μηδὲν ἀμφιβαλλέτω· καὶ γὰρ οὐδὲν ζημιοῦται.
Εἴ τις ὑστέρησεν εἰς τὴν ἐννάτην, προσελθέτω, μηδὲν ἐνδοιάζων.
Πηγή
0 σχόλια :
Δημοσίευση σχολίου