Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος,
τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας,
μὴ κατεσθίοντες ἀλλήλους τῇ συκοφαντίᾳ· ἔφθασε γὰρ ὁ καιρός,
ὅταν ὁ Νυμφίος ἐλεύσεται , πᾶσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ.
Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων,
τὴν φωνήν ἐκείνην τοῦ Λῃστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες·
Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου.
Πηγή
0 σχόλια :
Δημοσίευση σχολίου