ΤΩΝ ΑΓΙΩΝ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΗΣ Δ’ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ
ΣΤΙΧΗΡΆ ΤΩ͂Ν ΠΑΤΕΡΩΝ
ἮΧΟΣ ΠΛ. Β´. ὍΛΗΝ ἈΠΟΘΕΜΕΝΟΙ.
Στίχ. ζ´. Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός, ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.
Σὲ τὸν ἀπερίγραπτον, καὶ ἀνερμήνευτον Λόγον, σάρκα χρηματίσαντα, δι᾿ ἡμᾶς φιλάνθρωπε ἀνεκήρυξε, τὸ σεπτὸν σύστημα, τῶν σοφῶν Πατέρων, Θεὸν τέλειον καὶ ἄνθρωπον, διπλοῦν ταῖς φύσεσι, καὶ ταῖς ἐνεργείαις ὑπάρχοντα, διπλοῦν καὶ ταῖς θελήσεσιν, ἕνα τὸν αὐτὸν καθ᾿ ὑπόστασιν· ὅθεν σὺν Πατρί τε, καὶ Πνεύματι γινώσκοντες Θεόν, ἕνα πιστῶς προσκυνοῦμέν σε, τούτους μακαρίζοντες.
Πηγή
0 σχόλια :
Δημοσίευση σχολίου